Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.180 Joseph. AJ 6.185 (English) >>Joseph. AJ 6.188

6.183ταὐτὸ δὲ καὶ ἄρκον ἀμυνόμενος διατίθεμαι. νομιζέσθω δὴ καὶ πολέμιος ἐκείνων εἶναι τῶν θηρίων ὀνειδίζων ἐκ πολλοῦ τὴν στρατιὰν καὶ βλασφημῶν ἡμῶν τὸν θεὸν, ὃς αὐτὸν ὑποχείριον ἐμοὶ θήσει.” 6.184

Τῇ προθυμίᾳ τοιγαροῦν καὶ τῇ τόλμῃ τοῦ παιδὸς ὅμοιον γενέσθαι τέλος παρὰ τοῦ θεοῦ Σαοῦλος εὐξάμενοςἄπιθι, φησί πρὸς τὴν μάχην.” καὶ περιθεὶς αὐτῷ τὸν αὑτοῦ θώρακα καὶ περιζώσας τὸ ξίφος καὶ περικεφαλαίαν ἁρμόσας ἐξέπεμψεν. 6.185 δὲ Δαβίδης βαρυνόμενος ὑπὸ τῶν ὅπλων, οὐκ ἐγεγύμναστο γὰρ οὐδʼ ἐμεμαθήκει φέρειν ὅπλα, “ταῦτα μέν, εἶπεν, βασιλεῦ, σὸς ἔστω κόσμος τοῦ βαστάζειν δυναμένου, συγχώρησον δὲ ὡς δούλῳ σου καὶ ὡς ἐγὼ βούλομαι μαχεσθῆναι.” τίθησιν οὖν τὰ ὅπλα καὶ τὴν βακτηρίαν ἀράμενος καὶ πέντε λίθους ἐκ τοῦ χειμάρρου βαλὼν εἰς τὴν πήραν τὴν ποιμενικὴν καὶ σφενδόνην ἐν τῇ δεξιᾷ χειρὶ φέρων ἐπὶ τὸν Γολίαθον ἐπορεύετο. 6.186καταφρονεῖ δὲ οὕτως ἰδὼν αὐτὸν πολέμιος ἐρχόμενον καὶ προσέσκωψεν, ὡς οὐχ οἷα πρὸς ἄνθρωπον ὅπλα νενόμισται ταῦτʼ ἔχων μέλλοι μάχεσθαι, οἷς δὲ κύνας ἀπελαύνομεν καὶ φυλασσόμεθα. μὴ αὐτὸν ἀντὶ ἀνθρώπου κύνα εἶναι δοκεῖ; δʼ οὐχὶ τοιοῦτον ἀλλὰ καὶ χείρω κυνὸς αὐτὸν νομίζειν ἀπεκρίνατο. κινεῖ δὲ πρὸς ὀργὴν τὸν Γολίαθον, καὶ ἀρὰς αὐτῷ τίθεται ἐκ τῆς προσηγορίας τοῦ θεοῦ καὶ δώσειν ἠπείλησε τὰς σάρκας αὐτοῦ τοῖς ἐπιγείοις καὶ τοῖς μεταρσίοις διασπάσασθαι·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.180 Joseph. AJ 6.185 (English) >>Joseph. AJ 6.188

Powered by PhiloLogic